Τρίτη 9 Σεπτεμβρίου 2014

Οι ειδήσεις στα αρχαία ελληνικά (τα νέα από την Ουκρανία)



Οὐκραίνα,
Τί ἐγένετο ταύταις ταῖς τελευταίαις ἡμέραις; ἀρξώμεθα περὶ τῆς ἐν τῇ Οὐκραίνᾳ καταστάσεως διαλεγόμενοι,....


 χθὲς γὰρ τῇ Παρασκευῇ ἡ τῆς Οὐκραίνας ἀρχὴ καὶ οἱ ἀνθιστάμενοι, ἐν τῷ Μὶνσκ συνέλθοντες, συναλλαγὴν ὑπεγράψαντο καθ‘ ἣν ἀλλήλοις πολεμοῦντες παύσονται. ἤδη μὲν ὁ πέμπτος μὴν ἐξ οὗ ἡ ἐκεῖ διάστασις ἤρξατο, δισχίλιοι δὲ καὶ ἑξακόσιοι ἄνθρωποι ἀπέθανον. ὅμως δέ, καίπερ πολλῶν χωρῶν ταύτην τὴν συναλλαγὴν ἐπαινουσῶν, ὅ τε Ὀβάμα καὶ ἡ Εὐρωπαικὴ Ἕνωσις ἀπιστοῦσιν, ὁ γὰρ Ποῦτιν νεωστὶ ἠπείλησε τοῦτο λέγων· “ἐάν μοι δοκῇ, εἰς τὸ Κίεβ δυοῖν ἑβδομάδοιν εἰσβαλῶ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

...ό,τι έχετε ευχαρίστηση..